antonius thallus
ἁ χλοερὰ πλατάνιστος ἴδ᾽ ὡς ἔκρυψε φιλεύντων
ὄργια, τὰν ἱερὰν φυλλάδα τεινομένα.
ἀμφὶ δ᾽ ἄρ᾽ ἀκρεμόνεσσιν ἑοῖς κεχαρισμένος ὥραις
ἡμερίδος λαρῆς βότρυς ἀποκρέμαται.
οὕτως, ὦ πλατάνιστε, φύοις: χλοερὰ δ᾽ ἀπὸ σεῖο
φυλλὰς ἀεὶ κεύθοι τοὺς Παφίης ἑτάρους.