anonymi epigrammatici
Λέσβιον Ἠρίννης τόδε κηρίον εἰ δέ τι μικρόν,
ἀλλ᾽ ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι.
οἱ δὲ τριηκόσιοι ταύτης στίχοι ἶσοι Ὁμήρῳ,
τῆς καὶ παρθενικῆς ἐννεακαιδεκέτευς: [p. 100]
ἣ καὶ ἐπ᾽ ἠλακάτῃ μητρὸς φόβῳ, ἣ καὶ ἐφ᾽ ἱστῷ
ἑστήκει Μουσέων λάτρις ἐφαπτομένη.
Σαπφὼ δ᾽ Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων,
Ἤριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις.