archias
ὁ πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων,
ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καθαψάμενος,
ὃν Φοίβου χρησμῳδὸς ἀέθλιον ἔστεφε Πυθώ,
ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,
καὶ Νεμέη βλοσυροῖο τιθηνήτειρα λέοντος,
Πῖσά τε, καὶ δοιὰς ᾐόνας Ἰσθμὸς ἔχων,
νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ,
καρπὸν ἐλᾷ Δηοῦς ὀκριόεντι λίθῳ,
ἴσαν μοῖραν ἔχων Ἡρακλέι: καὶ γὰρ ἐκεῖνος
τόσς1᾽ ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.