palladas
ἀρχὴ γραμματικῆς πεντάστιχός ἐστι κατάρα:
πρῶτος μῆνιν ἔχει: δεύτερος οὐλομένην,
καὶ μετὰ δ᾽ οὐλομένην, Δαναῶν πάλιν ἄλγεα πολλά:
ὁ τρίτατος ψυχὰς εἰς Ἀίδην κατάγει:
τοῦ δὲ τεταρταίου τὰ ἑλώρια καὶ κύνες ἀργοί:
πέμπτου δ᾽ οἰωνοί, ‘’ καὶ χόλος ἐστὶ Διός.
πῶς οὖν γραμματικὸς δύναται μετὰ πέντε κατάρας,
καὶ πέντε πτώσεις, μὴ μέγα πένθος ἔχειν;