anonymi epigrammatici
ἤμην ἀχρεῖον κάλαμος φυτὸν ἐκ γὰρ ἐμεῖο
οὐ σῦκ᾽, οὐ μῆλον φύεται, οὐ σταφυλή:
ἀλλὰ μ᾽ ἀνὴρ ἐμύης1᾽ ἑλικωνίδα, λεπτὰ τορήσας
χείλεα, καὶ στεινὸν ῥοῦν ὀχετευσάμενος.
ἐκ δὲ τοῦ εὖτε πίοιμι μέλαν ποτόν, ἔνθεος οἷα,
πᾶν ἔπος ἀφθέγκτῳ τῷδε λαλῶ στόματι.