callimachus
ξεῖνος Ἀταμνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον:
ἄττα γέρον, δοιός με καλεῖ γάμος: ἡ μία μὲν δὴ
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ᾽ ἐμέ: [p. 54]
ἡ δ᾽ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δ᾽ ἄγε σύν μοὶ
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
εἶπεν: ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
‘Ἡνιδ᾽, ἐκεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος:’
(οἱ δ᾽ ἄρ᾽ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ:)
‘κείνων ἔρχεο,’ φησί, ‘ μετ᾽ ἴχνια.’ χὠ μὲν ἐπέστη
πλησίον: οἱ δ᾽ ἔλεγον ‘ τὴν κατὰ σαυτὸν ἔλα.’
ταῦτ᾽ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου
δράξασθαι, παίδων κληδόνα συνθέμενος.
τὴν δ᾽ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην,
οὕτω καὶ σὺ γ᾽ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.