dionysius
Πρηΰτερον γῆράς σε, καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴ
ἔσβεσεν εὐνήθης δ᾽ ὕπνον ὀφειλόμενον,
ἄκρα μεριμνήσας, Ἐρατόσθενες: οὐδὲ Κυρήνη
μαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων, [p. 48]
Ἀγλαοῦ υἱέ: φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαι
πὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ.