leonidas
ἑσπέριον κἠῷον ἀπώσατο πολλάκις ὕπνον
ἡ γρηῢς πενίην Πλατθὶς ἀμυνομένη: [p. 386]
καί τι πρὸς ἠλακάτην καὶ τὸν συνέριθον ἄτρακτον
ἤεισεν, πολιοῦ γήραος ἀγχίθυρος,
κἄτι παριστίδιος δινευμένη ἄχρις ἐπ᾽ ἠοῦς
κεῖνον Ἀθηναίης σὺν Χάρισιν δόλιχον,
ἢ ῥικνῇ ῥικνοῦ περὶ γούνατος ἄρκιον ἱστῷ
χειρὶ στρογγύλλους1᾽ ἱμερόεσσα κρόκην.
ὀγδωκονταέτις δ᾽ Ἀχερούσιον ηὔγασεν ὕδωρ
ἡ καλὴ καλῶς Πλατθὶς ὑφηναμένη.