anonymi epigrammatici
νηιάδες καὶ ψυχρὰ βοαύλια ταῦτα μελίσσαις
οἶμον ἐπ᾽ εἰαρινὴν λέξατε νισσομέναις,
ὡς ὁ γέρων Λεύκιππος ἐπ᾽ ἐπ᾽.ἀρσιπόδεσσι λαγωοῖς
ἔφθιτο χειμερίᾐ νυκτὶ λοχησάμενος.
σμήνεα δ᾽ οὐκέτι οἱ κομέειν φίλον: αἱ δὲ τὸν ἄκρης
γείτονα ποιμένιαι πολλὰ ποθοῦσι νάπαι.