antipater
1.Παυροεπὴς Ἤριννα, καὶ οὐ πολύμυθος ἀοιδαῖς:
ἀλλ᾽ ἔλαχεν Μούσας τοῦτο τὸ βαιὸν ἔπος. [p. 380]
τοιγάρτοι μνήμης οὐκ ἤμβροτεν, οὐδὲ μελαίνης
νυκτὸς ὑπὸ σκιερῇ κωλύεται πτέρυγι:
αἱ δ᾽ ἀναρίθμητοι νεαρῶν σωρηδὸν ἀοιδῶν
μυριάδες λήθῃ, ξεῖνε, μαραινόμεθα.
λωίτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶν
κρωγμὸς ἐν εἰαριναῖς κιδνάμενος νεφέλαις.