erinna
Στᾶλαι, καὶ Σειρῆνες ἐμαί, καὶ πένθιμε κρωσσέ,
ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν,
τοῖς ἐμὸν ἐρχομένοισι παρ᾽ ἠρίον εἴπατε χαίρειν,
αἴτ᾽ ἀστοὶ τελέθωντ᾽, αἴθ᾽ ἑτέρας πόλιος: [p. 378]
χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό:
χὤτι πατήρ μ᾽ ἐκάλει Βαυκίδα, χὤτι γένος
Τηνία, ὡς εἰδῶντι: καὶ ὅττι μοι ἁ συνεταιρὶς
Ἤρινν᾽ ἐν τύμβῳ γράμμ᾽ ἐχάραξε τόδε.