christodorus
οὗτος Ἰωάννην κρύπτει τάφος, ὃς ῥ᾽ Ἐπιδάμνου
ἄστρον ἔην, ἣν πρὶν παῖδες ἀριπρεπέες
ἔκτισαν Ἡρακλῆος: ὅθεν καὶ μέρμερος ἥρως
αἰεὶ τῶν ἀδίκων σκληρὸν ἔκοπτε μένος.
εἶχε δ᾽ ἀπ᾽ εὐσεβέων προγόνων ἐρικυδέα πάτρην
Λυχνιδόν, ἣν Φοῖνιξ Κάδμος ἔδειμε πόλιν. [p. 370]
ἔνθεν λύχνος ἔην Ἑλικώνιος, οὕνεκα Κάδμος
στοιχείων Δαναοῖς πρῶτος ἔδειξε τύπον.
εἰς ὑπάτους δ᾽ ἀνέλαμψε, καὶ Ἰλλυριοῖσι δικάζων
Μούσας καὶ καθαρὴν ἐστεφάνωσε Δίκην.