palladas
‘ μηδὲν ἄγαν ’ τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπεν
ἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτ᾽ ἔπαθες:
καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος,
ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου.
οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην,
βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας:
ἀλλ᾽ ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης,
Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων. [p. 364]