leonidas
Εὐσθένεος τὸ μνῆμα: φυσιγνώμων ὁ σοφιστής,
δεινὸς ἀπ᾽ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα,
χὐμνοθέτης ἐν τοῖς δαιμονίως φίλος ὤν.
πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεῶθ᾽ ὁ σοφιστής,
καίπερ ἄκικυς ἐὼν, εἶχ᾽ ἄρα κηδεμόνας.