leonidas
ἐσθλὸς Ἀριστοκράτης ὅτ᾽ ἀπέπλεεν εἰς Ἀχέροντα,
εἶπ᾽ ὀλιγοχρονίης ἁψάμενος κεφαλῆς:
παίδων τις μνήσαιτο, καὶ ἑδνώσαιτο γυναῖκα,
εἰ καί μιν δάκνοι δυσβίοτος πενίη:
ζωὴν στυλώσαιτο: κακὸς δ᾽ ἄστυλος ἰδέσθαι
οἶκος: ὃ δ᾽ αὖ λῷστον,^ τἀνέρος ἐσχαρεὼν
εὐκίων φαίνοιτο, καὶ ἐν πολυκαέι ὄγκῳ
ἐμπρέποι,^ αὐγάζων δαλὸν ἐπεσχάριον
ᾔδει Ἀριστοκράτης τὸ κρήγυον ἀλλὰ γυναικῶν,
ὤνθρωπ᾽, ἤχθαιρεν τὴν ἀλιτοφροσύνην.