paulus silentiarius
λέκτρα σοι ἀντὶ γάμων ἐπιτύμβια, παρθένε κούρη,
ἐστόρεσαν παλάμαις πενθαλέαις γενέται.
καὶ σὺ μὲν ἀμπλακίας βιότου καὶ μόχθον Ἐλευθοῦς
ἔκφυγες: οἱ δὲ γόων πικρὸν ἔχουσι νέφος.
δωδεκέτιν γὰρ μοῖρα, Μακηδονίη, σε καλύπτει,
κάλλεσιν ὁπλοτέρην, ἤθεσι γηραλέην.