Julianus
ὥριος εἷχέ σε παστάς, ἀώριος εἷλέ σε τύμβος,
εὐθαλέων Χαρίτων ἄνθος, Ἀναστασίη.
σοὶ γενέτης, σοὶ πικρὰ πόσις κατὰ δάκρυα λείβει,
σοὶ τάχα καὶ πορθμεὺς δακρυχέει νεκύων
οὐ γὰρ ὅλον λυκάβαντα διήνυσας ἄγχι συνεύνου,
ἀλλ᾽ ἑκκαιδεκέτιν, φεῦ, κατέχει σε τάφος. [p. 322]