agathias scholasticus
τὸν κρατερὸν Πανοπῆα, τὸν ἀγρευτῆρα λεόντων,
τὸν λασιοστέρνων παίγνια παρδαλίων,
τύμβος ἔχει: γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε δεινὸς
σκορπίος, οὐτήσας ταρσὸν ὀρεσσιβάτην.
αἰγανέη δὲ τάλαινα σίγυνά τε πὰρ χθονὶ κεῖται,
αἰαῖ, θαρσαλέων παίγνια δορκαλίδων.