agathias scholasticus
ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ,
εὖτ᾽ ἂν ἐμὴν λεύσσῃς πατρίδα Θεσσαλίην
κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος,
αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠιόνος:
ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο,
ὄφρ᾽ ἀναμιμνῄσκῃ τῆς ποτε κουριδίης.