paulus silentiarius
εἰ καὶ ἐπὶ ξείνης σε, Λεόντιε, γαῖα καλύπτει,
εἰ καὶ ἐρικλαύτων τῆλ᾽ ἔθανες γονέων,
πολλά σοι ἐκ βλεφάρων ἐχύθη περιτύμβια φωτῶν
δάκρυα, δυστλήτῳ πένθεϊ δαπτομένων.
πᾶσι γὰρ ἦσθα λίην πεφιλημένος, οἷά τε πάντων
ξυνὸς ἐὼν κοῦρος, ξυνὸς ἐὼν ἕταρος.
αἰαῖ, λευγαλέη καὶ ἀμείλιχος ἔπλετο Μοῖρα,
μηδὲ τεῆς ἥβης, δύσμορε, φεισαμένη.