agathias scholasticus
1 ὦ ξένε, τί κλαίεις; 2 διὰ σὸν μόρον. 3 οἶσθα τίς εἰμι;
4 οὐ μὰ τὸν ἀλλ᾽ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.
ἐσσὶ δὲ τίς; 5 Περίκλεια. 6 γυνὴ τίνος; 7 ἀνδρὸς ἀρίστου,
ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου.
8 πῶς δέ σε Βοσπορίη κατέχει κόνις; 9 εἴρεο μοῖραν,
ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον.
10 παῖδα λίπες ; 11 τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων
ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα.
12 αἴθε καλῶς ζώοι. 13 ναί, ναί, φίλος, εὔχεο κείνῳ,
ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι. [p. 298]