damagetus
ἔστης ἐν προμάχοις, Χαιρωνίδη, ὧδ᾽ ἀγορεύσας,
‘ἢ μόρον, ἢ νίκαν, Ζεῦ, πολέμοιο δίδου,’
ἡνίκα τοι περὶ Τάφρον Ἀχαιίδα τῇ τότε νυκτὶ
δυσμενέες θρασέος δῆριν ἔθεντο πόνου.
ναὶ μὴν ἀντ᾽ ἀρετῆς σε διακριδὸν Ἆλις ἀείδει,
θερμὸν ἀνὰ ξείνην αἷμα χέαντα κόνιν.