alexander
ἄνθρωπε, ζωῆς περιφείδεο, μηδὲ παρ᾽ ὥρην
ναυτίλος ἴσθι: καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.
δείλαιε Κλεόνικε, σὺ δ᾽ εἰς λιπαρὴν Θάσον ἐλθεῖν
ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης,
ἔμπορος, ὦ Κλεόνικε: δύσιν δ᾽ ὑπὸ Πλειάδος αὐτὴν
ποντοπορῶν, αὐτῇ Πλειάδι συγκατέδυς. [p. 288]