callimachus
ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.
εἰδείης δ᾽ ἄμφω κεν ὁ μέν κοτε πατρίδος ὅπλων
ἦρξεν: ὁ δ᾽ ἤεισεν κρέσσονα βασκανίης.
οὐ νέμεσις: Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας
μὴ λοξῷ πολιοὺς οὐκ ἀπέθεντο φίλους. [p. 284]