adaeus
οὔ σε κυνῶν γένος εἷλ᾽, Εὐριπίδη, οὐδὲ γυναικὸς
οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον,
ἀλλ᾽ Ἀίδης καὶ γῆρας: ὑπαὶ Μακέτῃ δ᾽ Ἀρεθούσῃ
κεῖσαι, ἑταιρείῃ τίμιος Ἀρχέλεω.
σὸν δ᾽ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου
βήματα καὶ σκηνὰς ἐμβάδ᾽ ^ ἐρειδομένας.