leonidas
κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα: τοῦτο περισσὸν
ἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο.
ἦ γὰρ ἐπ᾽ ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων,
Ἰόνιὸν θ᾽ ὑγρὸν κῦμα κατερχόμενος,
τὴν μὲν ἔσως1᾽, αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρων
ἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος,
ἐβρώθην τοῖόν μοι ἐπ᾽ ἄγριον εὖ μέγα κῆτος
ἦλθεν, ἀπέβροξεν δ᾽ ἄχρις ἐπ᾽ ὀμφαλίου.
χἤμισυ μὲν ναῦται, ψυχρὸν βάρος, ἐξ ἁλὸς ἡμῶν
ἤρανθ᾽, ἥμισυ δὲ πρίστις ἀπεκλάσατο:
ᾐόνι δ᾽ ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος, ὦνερ,
ἔκρυψαν πάτρην δ᾽ οὐ πάλιν ἱκόμεθα. [p. 276]