archimelus
τὴν Εὐριπίδεω μήτ᾽ ἔρχεο, μήτ᾽ ἐπιβάλλου,
δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα.
λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίρροθος: ἢν δέ τις αὐτὴν
εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος:
ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς,
ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.