leonidas
τίς ποτ᾽ ἄρ᾽ εἶ; τίνος ἆρα παρὰ τρίβον ὀστέα ταῦτα
τλήμον᾽ ἐν ἡμιφαεῖ λάμνακι γυμνὰ μένει;
μνῆμα δὲ καὶ τάφος αἰὲν ἀμαξεύοντος ὁδίτεω
ἄξονι καὶ τροχιᾖ λιτὰ παραξέεται:
ἤδη σου καὶ πλευρὰ παρατρίψουσιν ἄμαξαι,
σχέτλιε, σοὶ δ᾽ οὐδεὶς οὐδ᾽ ἐπὶ δάκρυ βαλεῖ.