antipater
τοῦτό τοι, Ἀρτεμίδωρε, τεῷ ἐπὶ σάματι μάτηρ
ἴαχε, δωδεκέτη σὸν γοόωσα μόρον
ὤλετ᾽
ἐμᾶς ὠδῖνος ὁ πᾶς πόνος εἰς σποδὸν εἰς πῦρ,[p. 254]
ὤλεθ᾽ ὁ παμμέλεος γειναμένου κάματος:
ὤλετο χἀ ποθινὰ τέρψις σέθεν ἐς γὰρ ἄκαμπτον,
ἐς τὸν ἀνόστητον χῶρον ἔβης ἐνέρων
οὐδ᾽ ἐς ἐφηβείαν ἦλθες, τέκος: ἀντὶ δὲ σεῖο
στάλα καὶ κωφὰ λείπεται ἄμμι κόνις.