ariston
ἀμπελὶς ἡ φιλάκρητος ἐπὶ σκήπωνος ὁδηγοῦ
ἤδη τὸ σφαλερὸν γῆρας ἐρειδομένη,
λαθριδίη Βάκχοιο νεοθλιβὲς ἦρ᾽ ἀπὸ ληνοῦ
πῶμα Κυκλωπείην πλησομένη κύλικα:
πρὶν δ᾽ ἀρύσαι μογερὰν ἔκαμεν χέρα: γραῦς δὲ παλαιή,
ναῦς ἅθ᾽ ὑποβρύχιος ζωρὸν ἔδυ πέλαγος.
Εὐτέρπη δ᾽ ἐπὶ τύμβῳ ἀποφθιμένης θέτο σῆμα
λάινον, οἰνηρῶν γείτονα θειλοπέδων.