nicander
Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων
ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα
Μεσσάνας ὑπὸ τεῖχος: ὁ δ᾽ ἕβδομος ἄμμε Γύλιππος
ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν,
Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ᾽ ἄχθος
ματρί τὸ δ᾽ ἓν πάντων καὶ καλὸν ἐντάφιον.