antipater
μὴ θάμβει, μάστιγα Μυροῦς ἐπὶ σάματι λεύσσων,
γλαῦκα, βιόν, χαροπὰν χᾶνα, θοὰν σκύλακα.
τόξα μὲν αὐδάσει με πανεύτονον ἁγέτιν οἴκου,
ἁ δὲ κύων τέκνων γνήσια καδομέναν
μάστιξ δ᾽ οὐκ ὀλοάν, ξένε, δεσπότιν, οὐδ᾽ ἀγέρωχον
δμωσί, κολάστειραν δ᾽ ἔνδικον ἀμπλακίας:
χὰν δὲ δόμων φυλακᾶς μελεδήμονα τὰν δ᾽ ἄρ᾽ ἄγρυπνον>
γλαῦξ ἅδε γλαυκᾶς Παλλάδος ἀμφίπολον.
τοιοῖσδ᾽ ἀμφ᾽ ἔργοισιν ἐγάθεον ἔνθεν ὅμευνος
τοιάδ᾽ ἐμᾷ στάλᾳ σύμβολα τεῦξε Βίτων. [p. 232]