antipater
τὰν μὲν ἀεὶ πολύμυθον, ἀεὶ λάλον, ὦ ξένε, κίσσα
φάσει, τὰν δὲ μέθας σύντροφον ἅδε κύλιξ, [p. 230]
τὰν Κρῆσσαν δὲ τὰ τόξα, τὰ δ᾽ εἴρια τὰν φιλοεργόν,
ἄνδεμα δ᾽ αὖ μίτρας τὰν πολιοκρόταφον:
τοιάνδε σταλοῦχος ὅδ᾽ ἔκρυφε Βιττίδα τύμβος
† τιμελάχραντον νυμφιδίαν ἄλοχον.
ἀλλ᾽, ὦνερ, καὶ χαῖρε, καὶ οἰχομένοισιν ἐς ᾄδαν
τὰν αὐτὰν μύθων αὖθις ὄπαζε χάριν.