crinagoras
τήνδ᾽ ὑπὸ δύσβωλον θλίβει χθόνα φωτὸς ἀλιτροῦ
ὀστέα μισητῆς τύμβος ὑπὲρ κεφαλῆς,
στέρνα τ᾽ ἐποκριόεντα, καὶ οὐκ εὔοδμον ὀδόντων
πρίονα, καὶ κώλων δούλιον οἰοπέδην, [p. 216]
ἄτριχα καὶ κόρσην, Εὐνικίδου ἡμιπύρωτα
λείψαν᾽, ἔτι χλωρῆς ἔμπλεα τηκεδόνος.
χθὼν ὦ δυσνύμφευτε, κακοσκήνευς ἐπὶ τέφρης
ἀνδρὸς μὴ κούφη κέκλισο, μηδ᾽ ὀλίγη,