anonymi epigrammatici
Πατέριον λιγύμυθον, ἐπήρατον, ἔλλαχε τύμβος,
Μιλτιάδου φίλον υἷα καὶ Ἀττικίης βαρυτλήτου,
Κεκροπίης βλάστημα, κλυτὸν γένος Αἰακιδάων,
ἔμπλεον Αὐσονίων θεσμῶν σοφίης τ᾽ ἀναπάσης,
τῶν πισύρων ἀρετῶν ἀμαρύγματα πάντα φέροντα:
ἠίθεον χαρίεντα, τὸν ἥρπασε μόρσιμος αἶσα,
οἷά τε ἀγλαόμορφον ἀπὸ χθονὸς ἔρνος ἀήτης,
εἰκοσικαιτέτρατον βιότου λυκάβαντα περῶντα:
λεῖψε φίλοις δὲ τοκεῦσι γόον καὶ πένθος ἄλαστον.