polystratus
τὸν μέγαν Ἀκροκόρινθον Ἀχαιικὸν, Ἑλλάδος ἄστρον,
καὶ διπλῆν Ἰσθμοῦ σύνδρομον ἠιόνα
Λεύκιος ἐστυφέλιξε: δοριπτοίητα δὲ νεκρῶν
ὀστέα σωρευθεὶς εἷς ἐπέχει σκόπελος.
τοὺς δὲ δόμον Πριάμοιο πυρὶ πρήσαντας Ἀχαιοὺς
ἀκλαύστους κτερέων νόσφισαν Αἰνεάδαι.