statyllius flaccus
λαίλαπα καὶ μανίην ὀλοῆς προφυγόντα θαλάσσης
ναυηγόν, Λιβυκαῖς κείμενον ἐν ψαμάθοις,
οὐχ ἑκὰς ἠιόνων, πυμάτῳ βεβαρημένον ὕπνῳ,
γυμνόν, ἀπὸ στυγερῆς ὡς κάμε ναυφθορίης,
ἔκτανε λυγρὸς ἔχις. τί μάτην πρὸς κύματ᾽ ἐμόχθει,
τὴν ἐπὶ γῆς φεύγων μοῖραν ὀφειλομένην;