antipater
καὶ νέκυν ἀπρήυντος ἀνιήσει με θάλασσα
Λῦσιν, ἐρημαίῃ κρυπτὸν ὑπὸ σπιλάδι,
στρηνὲς ἀεὶ φωνεῦσα παρ᾽ οὔατι, καὶ παρὰ κωφὸν
σῆμα. τί μ᾽, ὤνθρωποι, τῇδε παρῳκίσατε,
ἣ πνοιῆς χήρωσε τὸν οὐκ ἐπὶ φορτίδι νηὶ
ἔμπορον, ἀλλ᾽ ὀλίγης ναυτίλον εἰρεσίης
θηκαμένη ναυηγόν; ὁ δ᾽ ἐκ πόντοιο ματεύων
ζωήν, ἐκ πόντου καὶ μόρον εἱλκυσάμην.