hegesippus
ἐξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς
ἄνδρα, πολύκλαυτον ναυτιλίης σκύβαλον
κέρδεα δ᾽ οὐκ ἐδίωξαν ἃ μὴ θέμις: ἀλλὰ σὺν αὐτοῖς
ἰχθύσι τῇδ᾽ ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ.
ὦ χθών, τὸν ναυηγὸν ἔχεις ὅλον ἀντὶ δὲ λοιπῆς
σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις. [p. 152]