dioscorides
τᾷ Πιτάνᾳ Θρασύβουλος ἐπ᾽ ἀσπίδος ἤλυθεν ἄπνους,
ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,
δεικνὺς ἀντία πάντα: τὸν αἱματόεντα δ᾽ ὁ πρέσβυς
παῖδ᾽ ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τιθείς:
δειλοὶ κλαιέσθωσαν ἐγὼ δὲ σέ, τέκνον, ἄδακρυς
θάψω, τὸν καὶ ἐμὸν καὶ Αακεδαιμόνιον.