philodemus
ἐνθάδε τῆς τρυφερῆς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται
Τρυγόνιον, σαβακῶν ἄνθεμα Σαλμακίδων
ᾗ καλύβη καὶ δοῦπος ἐνέπρεπεν, ᾗ φιλοπαίγμων
στωμυλίη, Μήτηρ ἣν ἐφίλησε θεῶν
ἡ μούνη στέρξασα τὰ Κύπριδος ἡμιγυναίκων
ὄργια, καὶ φίλτρων Λαΐδος ἁψαμένη.
φῦε κατὰ στήλης, ἱερὴ κόνι, τῇ φιλοβάκχῳ
μὴ βάτον, ἀλλ᾽ ἁπαλὰς λευκοΐων κάλυκας.