antipater
τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι
θρυπτομένην, ἁπαλῆς Κύπριδος ἁβροτέραν
Λαΐδ᾽ ἔχω, πολιῆτιν ἁλιζώνοιο Κορίνθου,
Πειρήνης λευκῶν φαιδροτέραν λιβάδων, [p. 124]
τὴν θνητὴν Κυθέρειαν, ἐφ᾽ ᾗ μνηστῆρες ἀγαυοὶ
πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος,
δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην:
ἧς καὶ ὑπ᾽ εὐώδει τύμβος ὄδωδε κρόκῳ,
ἧς ἔτι κηώεντι μύρῳ τὸ διάβροχον ὀστεῦν,
καὶ λιπαραὶ θυόεν ἄσθμα πνέουσι κόμαι
ᾗ ἔπι καλὸν ἄμυξε κάτα ῥέθος Ἀφρογένεια,
καὶ γοερὸν λύζων ἐστονάχησεν Ἔρως.
εἰ δ᾽ οὐ πάγκοινον δούλην θέτο κέρδεος εὐνήν,
Ἑλλὰς ἄν, ὡς Ἑλένης, τῆσδ᾽ ὕπερ ἔσχε πόνον.