antipater
κύματα καὶ τρηχύς με κλύδων ἐπὶ χέρσον ἔσυρεν
δελφῖνα, ξείνοις κοινὸν ὅραμα τύχης.
ἀλλ᾽ ἐπὶ μὲν γαίης ἐλέῳ τόπος: οἱ γὰρ ἰδόντες
εὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες:
νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳ
πίστις, ὃς οὐδ᾽ ἰδίης φείσατο συντροφίης;