archias
πρὶν μὲν ἐπὶ χλωροῖς ἐριθηλέος ἔρνεσι πεύκας
ἥμενος, ἢ σκιερᾶς ἀκροκόμου πίτυος,
ἔκρεκες εὐτάρσοιο δι᾽ ἰξύος ἀχέτα μολπὰν
τέττιξ, οἰονόμοις ἐλαφρότατον χέλυος.
νῦν δέ σε, μυρμάκεσσιν ὑπ᾽ εἰνοδίοισι δαμέντα,
Ἄϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.
εἰ δ᾽ ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων
Μαιονίδας γρίφοις ἰχθυβόλων ἔθανεν.