agathias scholasticus
οὐκέτι που, τλῆμον, σκοπέλων μετανάστρια πέρδιξ,
πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις,
οὐδ᾽ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης
ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων.
σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε, τἄλλα δὲ πάντα
ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν.
νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα,
μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσῃ. [p. 116]