antipater
ἀνέρα μὴ πέτρῃ τεκμαίρεο. λιτὸς ὁ τύμβος
ὀφθῆναι, μεγάλου δ᾽ ὀστέα φωτὸς ἔχει.
εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης
ἔξοχον, ὃν Μουσέων ἐννέ᾽ ἀριθμὸς ἔχει:
κεῖται δ᾽ ἠπείροις διδύμοις ἔρις, εἴθ᾽ ὅγε Λυδὸς,
εἴτε Λάκων πολλαὶ μητέρες ὑμνοπόλων. [p. 14]