anonymi epigrammatici
σοὶ καὶ νῦν ὑπὸ γῆν, ναί, δέσποτα, πιστὸς ὑπάρχω,
ὡς πάρος, εὐνοίης οὐκ ἐπιληθόμενος,
ὥς με τότ᾽ ἐκ νούσου τρὶς ἐπ᾽ ἀσφαλὲς ἤγαγες ἴχνος,
καὶ νῦν ἀρκούσᾐ τῇδ᾽ ὑπέθου καλύβῃ,
Μάνην ἀγγείλας, Πέρσην γένος. εὖ δέ με ῥέξας
ἕξεις ἐν χρείῃ δμῶας ἑτοιμοτέρους.