antiphilus
οὐχ ὅτι με φθίμενον κῆδος λίπεν, ἐνθάδε κεῖμαι
γυμνὸς ὑπὲρ γαίης πυροφόροιο νέκυς:
ταρχύθην γὰρ ἐγὼ τὸ πρίν ποτε, νῦν δ᾽ ἀροτῆρος
χερσὶ σιδηρείη μ᾽ ἐξεκύλισεν ὕνις.
ἦ ῥα κακῶν θάνατόν τις ἐρεῖ λύσιν, ὁππότ᾽ ἐμεῖο,
ξεῖνε, πέλει παθέων ὕστατον οὐδὲ τάφος;