antiphilus
οὕτω πᾶς1᾿ ἀπόλωλε, γεωπόνε, βῶλος ἀρότροις,
ἤδη καὶ τύμβους νωτοβατοῦσι βόες,
ἡ δ᾽ ὕνις ἐν νεκύεσσι; τί τοι πλέον; ἢ πόσος οὗτος
πυρός, ὃν ἐκ τέφρης, κοὐ χθονὸς ἁρπάσετε;
οὐκ αἰεὶ ζήσεσθε, καὶ ὑμέας ἄλλος ἀρώσει,
τοίης ἀρξαμένους πᾶσι κακοσπορίης.