erycius
οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύτας
ἁρμόζῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου:
οὐδέ σευ ἐκ καλάμων κερααὶ βόες ἁδὺ μέλισμα
δέξονται, σκιερᾷ πὰρ δρυῒ κεκλιμένου.
ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος: αἱ δ᾽ ἐπὶ μάνδραν
ὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν. [p. 100]